Arguta risposta di Socrate ad Aristippo versione greco Senofonte traduzione libro 730 temi di versione dal greco pagina 265 esercizio numero 117
Ἀριστίππου δὲ ἐπιχειροῦντος ἐλέγχειν τὸν Σωκράτην, ὥσπερ αὐτὸς ὑπ᾽ ἐκείνου τὸ πρότερον ἠλέγχετο, βουλόμενος τοὺς συνόντας ὠφελεῖν ὁ Σωκράτης ἀπεκρίνατο οὐχ ὥσπερ οἱ φυλαττόμενοι μή πηι ὁ λόγος ἐπαλλαχθῆι, ἀλλ᾽ ὡς ἂν πεπεισμένοι μάλιστα πράττειν τὰ δέοντα. Ὁ μὲν γὰρ αὐτὸν ἤρετο εἴ τι εἰδείη ἀγαθόν, ἵνα, εἴ τι εἴποι τῶν τοιούτων, οἷον ἢ σιτίον ἢ ποτὸν ἢ χρήματα ἢ ὑγίειαν ἢ ῥώμην ἢ τόλμαν, δεικνύοι δὴ τοῦτο κακὸν ἐνίοτε ὄν. Ὁ δὲ εἰδὼς ὅτι, ἐάν τι ἐνοχλῆι ἡμᾶς, δεόμεθα τοῦ παύσοντος, ἀπεκρίνατο ἧιπερ καὶ ποιεῖν κράτιστον, « Ἆρά γε, ἔφη, ἐρωτᾶις με, εἴ τι οἶδα πυρετοῦ ἀγαθόν; — Οὐκ ἔγωγ᾽, ἔφη. — Ἀλλ᾽ ὀφθαλμίας; — Οὐδὲ τοῦτο. — Ἀλλὰ λιμοῦ; — Οὐδὲ λιμοῦ. — Ἀλλὰ μήν, ἔφη, εἴ γ᾽ ἐρωτᾶις με εἴ τι ἀγαθὸν οἶδα ὃ μηδενὸς ἀγαθόν ἐστιν, οὔτ᾽ οἶδα, ἔφη, οὔτε δέομαι.