Οἱ μὲν οὖν Ἀθηναῖοι, ὁρῶντες μὲν πολλὰς τὰς πολεμίας ναῦς, φοβούμενοι δὲ μὴ ὡς πρότερον καταπολεμηθείησαν, συμμάχου Λακεδαιμονίοις βασιλέως γεγενημένου, πολιορκούμενοι δ' ἐκ τῆς Αἰγίνης ὑπὸ τῶν λῃστῶν, διὰ ταῦτα μὲν ἰσχυρῶς ἐπεθύμουν τῆς εἰρήνης. Οἱ δ' αὖ Λακεδαιμόνιοι, φρουροῦντες μόρᾳ μὲν ἐν Λεχαίῳ, μόρᾳ δ' ἐν Ὀρχομενῷ, φυλάττοντες δὲ τὰς πόλεις, αἷς μὲν ἐπίστευον, μὴ ἀπόλοιντο, αἷς δὲ ἠπίστουν, μὴ ἀποσταῖεν, πράγματα δ᾽ ἔχοντες καὶ παρέχοντες περὶ τὴν Κόρινθον, χαλεπῶς ἔφερον τῷ πολέμῳ. Οἵ γε μὴν Ἀργεῖοι, γιγνώσκοντες ὅτι ἡ τῶν ἱερῶν μηνῶν ὑποφορά οὐδὲν ἔτι σφᾶς ὠφελήσει, καὶ οὗτοι εἰς τὴν εἰρήνην πρόθυμοι ἦσαν. (dalle Elleniche di Senofonte, V-IV sec. a. C. )
Gli Ateniesi dunque, vedendo molte le navi nemiche, ma temendo di essere sbaragliati come in precedenza, dato che un re degli Spartani era divenuto loro alleato (gen ass), e assediati dai pirati di Egina, per queste ragioni (cose) desideravano fortemente (ἐπιθῡμέω regge il genitivo εἰρήνης) la pace. ... (CONTINUA)