Il vantaggio di avere fratelli versione greco Senofonte
Εἰπέ μοι, ἔφη, ὦ Χαιρέκρατες, οὐ δήπου καὶ σὺ εἶ τῶν τοιούτων ἀνθρώπων, οἳ χρησιμώτερον νομίζουσι χρήματα ἢ ἀδελφούς; καὶ ταῦτα τῶν μὲν ἀφρόνων ὄντων, τοῦ δὲ φρονίμου, καὶ τῶν μὲν βοηθείας δεομένων, τοῦ δὲ βοηθεῖν δυναμένου, καὶ πρὸς τούτοις τῶν μὲν πλειόνων παρχόντων, τοῦ δὲ ἑνός. θαυμαστὸν δὲ καὶ τοῦτο, εἴ τις τοὺς μὲν ἀδελφοὺς ζημίαν ἡγεῖται, ὅτι οὐ καὶ τὰ τῶν ἀδελφῶν κέκτηται, τοὺς δὲ πολίτας οὐχ ἡγεῖται ζημίαν, ὅτι οὐ καὶ τὰ τῶν πολιτῶν ἔχει, ἀλλ' ἐνταῦθα μὲν δύνανται λογίζεσθαι ὅτι κρεῖττον σὺν πολλοῖς οἰκοῦντα ἀσφαλῶς τἀρκοῦντα ἔχειν ἢ μόνον διαιτώμενον τὰ τῶν πολιτῶν ἐπικινδύνως πάντα κεκτῆσθαι, ἐπὶ δὲ τῶν ἀδελφῶν τὸ αὐτὸ τοῦτο ἀγνοοῦσι·
Testo senza accenti per ricerca facilitata
«Ειπε μοι», εφη, «ω Χαιρεκρατες, ου δηπου και συ ει των τοιουτων ανθρωπων, οι χρησιμωτερον νομιζουσι χρηματα η αδελφους; και ταυτα των μεν αφρονων οντων, του δε φρονιμου, και των μεν βοηθειας δεομενων, του δε βοηθειν δυναμενου, και προς τουτοις των μεν πλειονων υπαρχοντων, του δε ενος. Θαυμαστον δε και τουτο, ει τις τους μεν αδελφους ζημιαν ηγειται, οτι ου και τα των αδελφων κεκτηται, τους δε πολιτας ουχ ηγειται ζημιαν, οτι ου και τα των πολιτων εχει, αλλ' ενταυθα μεν δυνανται λογιζεσθαι οτι κρειττον συν πολλοις οικουντα ασφαλως ταρκουντα εχειν η μονον διαιτωμενον τα των πολιτων επικινδυνως παντα κεκτησθαι, επι δε των αδελφων το αυτο τουτο αγνοουσι».