La vita del tiranno
VERSIONE DI GRECO di Senofonte
Traduzione dal libro N. P.

Ἐγὼ δὲ πεπειϱαμένος σαϕῶς οἶδα, ὦ Σιμωνίδη, ϰαὶ λέγω σοι ὅτι οἱ τύϱαννοι τῶν μεγίστων ἀγαϑῶν ἐλάχιστα μετέχουσι, τῶν δὲ μεγίστων ϰαϰῶν πλεῖστα ϰέϰτηνται. Αὐτίϰα γὰϱ εἰ μὲν εἰϱήνη δοϰεῖ μέγα ἀγαϑὸν τοῖς ἀνϑϱώποις εἶναι, ταύτης ἐλάχιστον τοῖς τυϱάννοις μέτεστιν· εἰ δὲ πόλεμος μέγα ϰαϰόν, τούτου πλεῖστον μέϱος οἱ τύϱαννοι μετέχουσιν. Εὐϑὺς γὰϱ τοῖς μὲν ἰδιώταις, ἂν μὴ ἡ πόλις αὐτῶν ϰοινὸν πόλεμον πολεμῇ, ἔξεστιν ὅποι ἂν βούλωνται ποϱεύεσϑαι μηδὲν ϕοβουμένους μή τις αὐτοὺς ἀποϰτείνῃ, οἱ δὲ τύϱαννοι πάντες πανταχῇ ὡς διὰ πολεμίας ποϱεύονται.