L'ESEMPIO DI CIRO VERSIONE DI GRECO di Senofonte
TRADUZIONE dal libro TRIAKONTA n. 1 pag, 74
Σωφροσυνην δ αυτου επιδεικνυς Κυρος μαλλον εποιει και ταυτην παντας ασκειν. Οταν γαρ ορωσιν, ω μαλιστα εξεστιν υβριζειν, τουτον σωφρονουντα, ουτω μαλλον οι γε ασθενεστεροι εθελουσιν ουδεν υβριστικον ποιουντες φανεροι ειναι. Διηρει δε αιδώ και σωφροσύνην τηδε, ως τους μεν αιδούμενους τα εν τω φανερώ αισχρα φεύγοντας, τους δε σωφρονάς και τα εν τω αφάνει. καὶ ἐγκράτειαν δὲ οὕτω μάλιστ᾽ ἂν ᾤετο ἀσκεῖσθαι, εἰ αὐτὸς ἐπιδεικνύοι ἑαυτὸν μὴ ὑπὸ τῶν παραυτίκα ἡδονῶν ἑλκόμενον ἀπὸ τῶν ἀγαθῶν, ἀλλὰ προπονεῖν ἐθέλοντα πρῶτον σὺν τῷ καλῷ τῶν εὐφροσυνῶν. τοιγαροῦν τοιοῦτος ὢν ἐποίησεν ἐπὶ ταῖς θύραις πολλὴν μὲν τῶν χειρόνων εὐταξίαν, ὑπεικόντων τοῖς ἀμείνοσι, πολλὴν δ᾽ αἰδῶ καὶ εὐκοσμίαν πρὸς ἀλλήλους. ἐπέγνως δ᾽ ἂν ἐκεῖ οὐδένα οὔτε ὀργιζόμενον κραυγῇ οὔτε χαίροντα ὑβριστικῷ γέλωτι, ἀλλὰ ἰδὼν ἂν αὐτοὺς ἡγήσω τῷ ὄντι εἰς κάλλος