Ουτος ο Πολυιδος παραλαβων το στρατευμα, απηντα κατα Πηλουσιον τοις περι τον Ιπποθοον, και ευθυς παρα τας οχθας μαχη τε αυτων γινεται και πιπτουσιν εκατερων πολλοι· νυκτος δε επιγενομενης τρεπονται μεν οι λησται και παντες υπο των στρατιωτων φονευονται· εισι δε οι και ζωντες εληφθησαν. Ιπποθοος μονος, απορριψας τα οπλα, εφυγε της νυκτος και ηλθεν εις Αλεξανδρειαν κακεΤθεν, δυνηθεις λαθειν, επιβας αναγομενω πλοιω επανηχθη. Ην δε αυτω η πασα επι Σικελιαν ορμη· εκει γαρ εδοκει μαλιστα διαλησεσθαι τε και διατραφησεσθαι· ηκουε δε την νησον ειναι μεγαλην τε και ευδαιμονα.
Testo greco originale
Οὗτος ὁ Πολύιδος παραλαβὼν τὸ στράτευμα, ἀπήντα κατὰ Πηλούσιον τοῖς περὶ τὸν Ἱππόθοον, καὶ εὐθὺς παρὰ τὰς ὄχθας μάχη τε αὐτῶν γίνεται καὶ πίπτουσιν ἑκατέρων πολλοί· νυκτὸς δὲ ἐπιγενομένης τρέπονται μὲν οἱ ληισταὶ καὶ πάντες ὑπὸ τῶν στρατιωτῶν φονεύονται· εἰσὶ δὲ οἳ καὶ ζῶντες ἐλήφθησαν. ]Ἱππόθοος μόνος, ἀπορρίψας τὰ ὅπλα, ἔφυγε τῆς νυκτὸς καὶ ἦλθεν εἰς Ἀλεξάνδρειαν· κἀκεῖθεν, δυνηθεὶς λαθεῖν, ἐπιβὰς ἀναγομένωι πλοίωι ἐπανήχθη. Ἦν δὲ αὐτῶι ἡ πᾶσα ἐπὶ Σικελίαν ὁρμή· ἐκεῖ γὰρ ἐδόκει μάλιστα διαλήσεσθαί τε καὶ διατραφήσεσθαι· ἤκουε δὲ τὴν νῆσον εἶναι μεγάλην τε καὶ εὐδαίμονα