οἱ τύραννοι γιγνώσκουσι μὲν οὐδὲν ἧττον τῶν ἰδιωτῶν τοὺς ἀλκίμους τε καὶ σοφοὺς καὶ δικαίους. τούτους δ' ἀντὶ τοῦ ἄγασθαι φοβοῦνται. χαλεπὸν οὖν καὶ τοῦτο τὸ πάθημα ἔμοιγε δοκεῖ εἶναι, τὸ ἄλλους μὲν ἡγεῖσθαι ἀγαθοὺς ἄνδρας, ἄλλοις δὲ χρῆσθαι ἀναγκάζεσθαι. ἔτι δὲ φιλόπολιν μὲν ἀνάγκη εστι καὶ τὸν τύραννον εἶναι· ἄνευ γὰρ τῆς πόλεως οὔτ' ἂν σῴζεσθαι δύναιτο οὔτ' εὐδαιμονεῖν· ἡ δὲ τυραννὶς ἀναγκάζει καὶ ταῖς ἑαυτῶν πατρίσιν ἐνοχλεῖν. Ουτε γαρ οι τυραννις χαίρους παρασκευάζοντες τοὺς πολίτας ἀλκίμους τε και εὐόπλους, ἀλλὰ ἥδονται ποιοῦντες τοὺς ξένους δεινοτέρους τῶν πολιτῶν καὶ τούτοις χρῶνται δορυφόροις