" Και γαρ ουν", εφη, «αυτος μεν αμεμπτως τετελευτηκεν, εγω δ' η παρακελευομενη ζωσα παρακαθημαι». Και ο Κυρος χρονον μεν τινα σιωπη κατεδακρυσεν, επειτα δε εφθεγξατο· «Αλλ' ουτος μεν δη, ω γυναι, εχει το καλλιστον τελος νικων γαρ τετελευτηκε· συ δε λαβουσα τοισδε επικοσμει αυτον τοις παρ' εμου»· παρην δε ο Γωβρυας και ο Γαδατας πολυν και καλον κοσμον φεροντες. «Επειτα δ'», εφη, «ισθι οτι ουδε τα αλλα ατιμος εσται, αλλα και το μνημα πολλοι χωσουσιν αξιως ημων και επισφαγησεται αυτω οσα εικος ανδρι αγαθω. Και συ δ'», εφη, «ουκ ερημος εσει, αλλ' εγω σε και σωφροσυνης ενεκα και πασης αρετης και ταλλα τιμησω και συστησω οστις αποκομιει σε οποι αν αυτη εθελης· μονον, » εφη, «δηλωσον προς εμε προς οντινα χρηζεις κομισθηναι». Και η Πανθεια ειπεν· «Αλλα θαρρει, » εφη, «ω Κυρε, ου μη σε κρυψω προς οντινα βουλομαι αφικεσθαι».
καὶ γὰρ οὖν ὁ Κῦρος χρόνον μέν τινα σιωπῆι κατεδάκρυσεν, ἔπειτα δὲ ἐφθέγξατο· Ἀλλ᾽ οὗτος μὲν δή, ὦ γύναι, ἔχει τὸ κάλλιστον τέλος· νικῶν γὰρ τετελεύτηκε· σὺ δὲ λαβοῦσα τοῖσδε ἐπικόσμει αὐτὸν τοῖς παρ᾽ ἐμοῦ· παρῆν δὲ ὁ Γωβρύας καὶ ὁ Γαδάτας πολὺν καὶ καλὸν κόσμον φέροντες· ἔπειτα δ᾽, ἔφη, ἴσθι ὅτι οὐδὲ τὰ ἄλλα ἄτιμος ἔσται, ἀλλὰ καὶ τὸ μνῆμα πολλοὶ χώσουσιν ἀξίως ἡμῶν καὶ ἐπισφαγήσεται αὐτῶι ὅσα εἰκὸς ἀνδρὶ ἀγαθῶι. καὶ σὺ δ᾽, ἔφη, οὐκ ἔρημος ἔσηι, ἀλλ᾽ ἐγώ σε καὶ σωφροσύνης ἕνεκα καὶ πάσης ἀρετῆς καὶ τἆλλα τιμήσω καὶ συστήσω ὅστις ἀποκομιεῖ σε ὅποι ἂν αὐτὴ ἐθέληις· μόνον, ἔφη, δήλωσον πρὸς ἐμὲ πρὸς ὅντινα χρήιζεις κομισθῆναι. καὶ ἡ Πάνθεια εἶπεν· Ἀλλὰ θάρρει, ἔφη, ὦ Κῦρε, οὐ μή σε κρύψω πρὸς ὅντινα βούλομαι ἀφικέσθαι.
UN AMORE SUBLIME: ABRADATA SARà
ONORATO COME UN EROE
VERSIONE DI GRECO di Senofonte
TRADUZIONE dal libroGymnasion