L'attivismo di Filippo e l'atteggiamento
rinunziatario degli Ateniesi
VERSIONE DI GRECO di Demostene
TRADUZIONE dal libro Ellenion
ἆρα λογίζεταί τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ θεωρεῖ τὸν τρόπον δι’ ὃν μέγας γέγονεν ἀσθενὴς ὢν τὸ κατ’ ἀρχὰς Φίλιππος; τὸ πρῶτον Ἀμφίπολιν λαβών, μετὰ ταῦτα Πύδναν, πάλιν Ποτείδαιαν, Μεθώνην αὖθις, εἶτα Θετταλίας ἐπέβη· 1. 13μετὰ ταῦτα Φεράς, Παγασάς, Μαγνησίαν, πάνθ’ ὃν ἐβούλετ’ εὐτρεπίσας τρόπον ᾤχετ’ εἰς Θρᾴκην· εἶτ’ ἐκεῖ τοὺς μὲν ἐκβαλὼν τοὺς δὲ καταστήσας τῶν βασιλέων ἠσθένησε· πάλιν ῥᾴσας οὐκ ἐπὶ τὸ ῥᾳθυμεῖν ἀπέκλινεν, ἀλλ’ εὐθὺς Ὀλυνθίοις ἐπεχείρησεν. τὰς δ’ ἐπ’ Ἰλλυριοὺς καὶ Παίονας αὐτοῦ καὶ πρὸς Ἀρύββαν καὶ ὅποι τις ἂν εἴποι παραλείπω στρατείας. τί οὖν, ἄν τις εἴποι, ταῦτα λέγεις ἡμῖν νῦν; ἵνα γνῶτ’, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ αἴσθησθ’ ἀμφότερα, καὶ τὸ προΐεσθαι καθ’ ἕκαστον ἀεί τι τῶν πραγμάτων ὡς ἀλυσιτελές, καὶ τὴν φιλοπραγμοσύνην ᾗ χρῆται καὶ συζῇ Φίλιππος, ὑφ’ ἧς οὐκ ἔστιν ὅπως ἀγαπήσας τοῖς πεπραγμένοις ἡσυχίαν σχήσει. εἰ δ’ ὁ μὲν ὡς ἀεί τι μεῖζον τῶν ὑπαρχόντων δεῖ πράττειν ἐγνωκὼς ἔσται, ἡμεῖς δ’ ὡς οὐδενὸς ἀντιληπτέον ἐρρωμένως τῶν πραγμάτων, σκοπεῖσθ’ εἰς τί ποτ’ ἐλπὶς ταῦτα τελευτῆσα