DOTI DI ALESSANDRO MAGNO
VERSIONE DI GRECO DI ARRIANO
TRADUZIONE DAL LIBRO FRASIS
Ἐτελεύτα μὲν δὴ Ἀλέξανδρος τῇ τετάρτῃ καὶδεκάτῃ καὶ ἑκατοστῇ Ὀλυμπιάδι ἐπὶ Ἡγησίου ἄρχοντος Ἀθήνησιν· ἐβίω δὲ δύο καὶ τριάκοντα ἔτη καὶτοῦ τρίτου μῆνας ἐπέλαβεν ὀκτώ͵ ὡς λέγει Ἀριστόβουλος· ἐβασίλευσε δὲ δώδεκα ἔτη καὶ τοὺς ὀκτὼτούτους μῆνας͵ τό τε σῶμα κάλλιστος καὶ φιλοπονώτατος καὶ ὀξύτατος γενόμενος καὶ τὴν γνώμην ἀνδρειότατος καὶ φιλοτιμότατος καὶ φιλοκινδυνότατος καὶ τοῦ θείου ἐπιμελέστατος· ἡδονῶν δὲ τῶν μὲν τοῦ σώματοςἐγκρατέστατος͵ τῶν δὲ τῆς γνώμης ἐπαίνου μόνουἀπληστότατος· ξυνιδεῖν δὲ τὸ δέον ἔτι ἐν τῷ ἀφανεῖὂν δεινότατος͵ καὶ ἐκ τῶν φαινομένων τὸ εἰκὸς ξυμβαλεῖν ἐπιτυχέστατος͵ καὶ τάξαι στρατιὰν καὶ ὁπλίσαιτε καὶ κοσμῆσαι δαημονέστατος· καὶ τὸν θυμὸν τοῖςστρατιώταις ἐπᾶραι καὶ ἐλπίδων ἀγαθῶν ἐμπλῆσαι καὶτὸ δεῖμα ἐν τοῖς κινδύνοις τῷ ἀδεεῖ τῷ αὑτοῦ ἀφανίσαι͵ξύμπαντα ταῦτα γενναιότατος. καὶ οὖν καὶ ὅσα ἐντῷ ἐμφανεῖ πρᾶξαι͵ ξὺν μεγίστῳ θάρσει ἔπραξεν͵ ὅσατε φθάσας ὑφαρπάσαι τῶν πολεμίων͵ πρὶν καὶ δεῖσαίτινα αὐτὰ ὡς ἐσόμενα͵ προλαβεῖν δεινότατος· καὶ τὰμὲν ξυντεθέντα ἢ ὁμολογηθέντα φυλάξαι βεβαιότατος͵πρὸς δὲ τῶν ἐξαπατώντων μὴ ἁλῶναι ἀσφαλέστατος͵χρημάτων τε ἐς μὲν ἡδονὰς τὰς αὑτοῦ φειδωλότατος͵ἐς δὲ εὐποιΐαν τῶν πέλας ἀφθονώτατος. Εἰ δέ τι ἐπλημμελήθη Ἀλεξάνδρῳ δι΄ ὀξύτητα ἢὑπ΄ ὀργῆς͵ ἢ εἴ τι ἐς τὸ ὑπερογκότερον προήχθη βαρβαρίσαι͵ οὐ μεγάλα τίθεμαι ἔγωγε͵ εἰ τὴν νεότητά τέτις τὴν Ἀλεξάνδρου μὴ ἀνεπιεικῶς ἐνθυμηθείη καὶ τὸδιηνεκὲς τῆς εὐτυχίας καὶ τοὺς πρὸς ἡδονήν͵ οὐκ ἐπὶτῷ βελτίστῳ͵ τοῖς βασιλεῦσι ξυνόντας τε καὶ ἐπὶ κακῷξυνεσομένους· ἀλλὰ μεταγνῶναί γε ἐφ΄ οἷς ἐπλημμέλησε μόνῳ οἶδα τῶν πάλαι βασιλέων Ἀλεξάνδρῳ ὑπάρξαι ὑπὸ γενναιότητος