Gli ateniesi, oggi deceduti, sono grandi per natura
VERSIONE DI GRECO di Isocrate
Testo senza accecnti per una ricerca facilitata

Επισταμαι εν μεν τοις αλλοις τοποις φυσεις εγγιγνομενας καρπων και δενδρων και ζωων ιδιας εν εκαστοις και πολυ των αλλων διαφερουσας, την δ' ημετεραν χωραν ανδρας φερειν και τρεφειν δυναμενην ου μονον προς τας τεχνας και τας πραξεις και τους λογους ευφυεστατους αλλα και προς ανδριαν και προς αρετην πολυ διαφεροντας. Τεκμαιρεσθαι δε δικαιον εστι τοις τε παλαιοις αγωσιν, ους εποιησαντο προς Αμαζονας και Ορακας και Πελοποννησιους απαντας, και τοις κινδυνοις τοις περι τα Περσικα γενομενοις, εν οις και μονοι και μετα Πελοποννησιων, και πεζομαχουντες και ναυμαχουντες, νικησαντες τους βαρβαρους αριστειων ηξιωθησαν: ων ουδεν αν επραξαν, ει μη πολυ την φυσιν διηνεγκαν. Και μηδεις οιεσθω ταυτην την ευλογιαν ημιν προσηκειν τοις νυν πολιτευομενοις, αλλα πολυ τουναντιον.

Testo originale di Isocrate

ἐπίσταμαι γὰρἐν μὲν τοῖς ἄλλοις τόποις φύσεις ἐγγιγνομένας καρπῶνκαὶ δένδρων καὶ ζῴων ἰδίας ἐν ἑκάστοις καὶ πολὺ τῶνἄλλων διαφερούσας, τὴν δ’ ἡμετέραν χώραν ἄνδραςφέρειν καὶ τρέφειν δυναμένην οὐ μόνον πρὸς τὰς τέχναςκαὶ τὰς πράξεις καὶ τοὺς λόγους εὐφυεστάτους, ἀλλὰκαὶ πρὸς ἀνδρίαν καὶ πρὸς ἀρετὴν πολὺ διαφέροντας. Τεκμαίρεσθαι δὲ δίκαιόν ἐστι τοῖς τε παλαιοῖςἀγῶσιν, οὓς ἐποιήσαντο πρὸς Ἀμαζόνας καὶ Θρᾷκας καὶΠελοποννησίους ἅπαντας, καὶ τοῖς κινδύνοις τοῖς περὶ τὰΠερσικὰ γενομένοις, ἐν οἷς καὶ μόνοι καὶ μετὰ Πελοποννησίων, καὶ πεζομαχοῦντες καὶ ναυμαχοῦντες, νικήσαντεςτοὺς βαρβάρους ἀριστείων ἠξιώθησαν· ὧν οὐδὲν ἂν ἔπραξαν, εἰ μὴ πολὺ τὴν φύσιν διήνεγκαν. Καὶ μηδεὶς οἰέσθω ταύτην τὴν εὐλογίαν ἡμῖνπροσήκειν τοῖς νῦν πολιτευομένοις, ἀλλὰ πολὺ τοὐναντίον

TRADUZIONE