TISSAFERNE ED AGESILAO
VERSIONE DI GRECO di Senofonte
ἐπεί γε μὴν λαβὼν τὸ στράτευμα ἐξέπλευσε, πῶς ἄν τις σαφέστερον ἐπιδείξειεν ὡς ἐστρατήγησεν ἢ εἰ αὐτὰ διηγήσαιτο ἃ ἔπραξεν; ἐν τοίνυν τῆι Ἀσίαι ἥδε πρώτη πρᾶξις ἐγένετο. Τισσαφέρνης μὲν ὤμοσεν Ἀγησιλάωι, εἰ σπείσαιτο ἕως ἔλθοιεν οὓς πέμψειε πρὸς βασιλέα ἀγγέλους, διαπράξεσθαι αὐτῶι ἀφεθῆναι αὐτονόμους τὰς ἐν τῆι Ἀσίαι πόλεις Ἑλληνίδας, Ἀγησίλαος δὲ ἀντώμοσε σπονδὰς ἄξειν ἀδόλως, ὁρισάμενος τῆς πράξεως τρεῖς μῆνας. ὁ μὲν δὴ Τισσαφέρνης ἃ ὤμοσεν εὐθὺς ἐψεύσατο· ἀντὶ γὰρ τοῦ εἰρήνην πράττειν στράτευμα πολὺ παρὰ βασιλέως πρὸς ὧι πρόσθεν εἶχε μετεπέμπετο. Ἀγησίλαος δὲ καίπερ αἰσθόμενος ταῦτα ὅμως ἐνέμεινε ταῖς σπονδαῖς. ἐμοὶ οὖν τοῦτο πρῶτον καλὸν δοκεῖ διαπράξασθαι, ὅτι Τισσαφέρνην μὲν ἐμφανίσας ἐπίορκον ἄπιστον πᾶσιν ἐποίησεν, ἑαυτὸν δ᾽ ἀντεπιδείξας πρῶτον μὲν ὅρκους ἐμπεδοῦντα, ἔπειτα συνθήκας μὴ ψευδόμενον, πάντας ἐποίησε καὶ Ἕλληνας καὶ βαρβάρους θαρροῦντας συντίθεσθαι ἑαυτῶι, εἴ τι βούλοιτο