Ὑστέρῳ δὲ χρόνῳ, ἐπειδὴ Ἡρακλῆς μὲν ἐξ ἀνθρώπων ἠφανίσθη, οἱ δὲ παῖδες αὐτοῦ ἔφευγον μὲν Εὐρυσθέα, ἐξηλαύνοντο δὲ ὑπὸ πάντων τῶν Ἑλλήνων οἳ ἐφβοῦντο τὴν Εὐρυσθέως δύναμιν, καὶ ὅτε ἀφικνοῦντο εἰς τὴν πόλιν ἱκέται ἐπὶ βωμῶν ἐκαθέζοντο·ξαιτουμένου δὲ αὐτοὺς Εὐρυσθέως Ἀθηναῖοι οὐκ ἠθέλον ἐγχειρίζειν ἀλλὰ, τὴν Ἡρακλέους ἀρετὴν μᾶλλον ᾐδοῦντο ἢ τὸν κίνδυνον τὸν ἑαυτῶν ἐφοβοῦντο, ἠξίουν ὑπὲρ τῶν ἀσθενεστέρων μετὰ τοῦ δικαίου διαμάχεσθαι μᾶλλον ἢ τοῖς ἰσχυροῖς χαριζόμενοι τοὺς ὑπ' ἐκείνων ἀδικουμένους ἐγχειρίζειν