ἐνθυμεῖσθε γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι οὐκ Ἐργοκλῆς μόνος κρίνεται, ἀλλὰ καὶ ἡ πόλις ὅλη. Νυνὶ γὰρ τοῖς ἄρχουσι τοῖς ὑμετέροις ἐπιδείξετε πότερον χρὴ δικαίους εἶναι, ὡς πλεῖστα τῶν ἢ ὑμετέρων ὑφελομέ- νους τῷ αὐτῷ τρόπῳ τὴν σωτηρίαν παρασκευάζεσθαι, ᾧπερ οὗτοι νυνὶ πειρῶνται. καίτοι εὖ εἰδέναι χρή, ἄνδρες Ἀθηναῖοι · ἐν τοσαύτῃ ἀπορίᾳ ὅστις τῶν ὑμετέρων πραγμάτων ἢ πόλεις προδίδωσιν ἢ χρήματα κλέπτειν ἢ δωρο- δοκεῖν ἀξιοῖ, καὶ τὰ τείχη οὗτος καὶ τὰς ναῦς τοῖς πολεμίοις παραδίδωσι καὶ ὀλιγαρχίαν ἐκ δημοκρατίας καθίστησιν · ὥστ 'ἄξιον ὑμῖν τῆς οὐκ τούτων παρασκευῆς ἡττᾶσθαι, παράδειγμα πᾶσιν ἀνθρώποις ἀλλὰ ποιῆσαι καὶ μήτε κέρδος μήτε ἔλεον μήτ' μηδὲν περὶ πλείονος ἄλλο ποιήσασθαι τῆς τούτων τιμωρίας.