οἱ δ᾽ ἵνα μήτε τὴν πόλιν μηδὲν κακὸν ἐργάσαιντο μήθ᾽ ὑμῶν μηδένα, ἀλλ᾽ εὖνοι ὄντες εἰσῆθον εἰς τὸ βουλευτήριον, ὧν εἷς ὢν οὑτοσὶ τυγχάνει Πολύστρατος. οὗτος γὰρ ᾑρέθη μὲν ὑπὸ τῶν φυλετῶν ὡς χρηστὸς ὢν ἀνὴρ καὶ περὶ τοὺς δημότας καὶ περὶ τὸ πλῆθος τὸ ὑμέτερον: κατηγοροῦσι δὲ αὐτοῦ ὡς οὐκ εὔνους ἦν τῷ πλήθει τῷ ὑμετέρῳ, αἱρεθεὶς ὑπὸ τῶν φυλετῶν, οἳ ἄριστ᾽ ἂν διαγνοῖεν περὶ σφῶν αὐτῶν ὁποῖοί τινές εἰσιν. οὗτος δὲ τίνος ἂν ἕνεκα ὀλιγαρχίας ἐπεθύμησε; πότερον ὡς ἡλικίαν εἶχε λέγων τι διαπράττεσθαι παρ᾽ ὑμῖν, ἢ τῷ σώματι πιστεύων, ἵνα ὑβρίζοι εἰς τῶν ὑμετέρων τινά; ἀλλ᾽ ὁρᾶτε αὐτοῦ τὴν ἡλικίαν, ᾗ καὶ τοὺς ἄλλους ἱκανός ἐστιν ἀποτρέπειν τούτων.