Una buona moglie VERSIONE DI GRECO di Lisia
TRADUZIONE dal libro Ellenisti
Versione n. 1
Έγώ, επειδή ἒδοξέ μοι γῆμαι και γυναῖκα ήγαγόμην εις τήν οικίαν, οὒτω διεκείμην ὣστε μήτε έκείνην λυπεῖν μήτε λίαν εκείνῃ έξεῖναι ό τι ἃν έθέλῃ ποιεῖν έφύλαττόν τε ώς δυνατόν ἦν, και προσεῖχον τόν νοῦν ώσπερ εικός ἦν. Επειδή δέ μοι παιδίον έγένετο, έπίστευον ἢδη και πάντα τά έμαυτοῦ εκείνη παρέδωκα, ηγούμενος ταύτην οικειότητα μεγίστην εῖναι* τοτέ δέ πασῶν ἦν βέλτιστη• και γάρ οικονόμος δεινή και φειδωλός αγαθή και ακριβῶς πάντα διοικοῦσα.
versione n. 2
Ἐγὼ γάρ, ὦ Ἀθηναῖοι, ἐπειδὴ ἔδοξέ μοι γῆμαι καὶ γυναῖκα ἠγαγόμην εἰς τὴν οἰκίαν, τὸν μὲν ἄλλον χρόνον οὕτω διεκείμην ὥστε μήτε λυπεῖν μήτε λίαν ἐπ᾽ ἐκείνηι εἶναι ὅ τι ἂν ἐθέληι ποιεῖν, ἐφύλαττόν τε ὡς οἷόν τε ἦν, καὶ προσεῖχον τὸν νοῦν ὥσπερ εἰκὸς ἦν. ἐπειδὴ δέ μοι παιδίον γίγνεται, ἐπίστευον ἤδη καὶ πάντα τὰ ἐμαυτοῦ ἐκείνηι παρέδωκα, ἡγούμενος ταύτην οἰκειότητα μεγίστην εἶναι· ἐν μὲν οὖν τῶι πρώτωι χρόνωι, ὦ Ἀθηναῖοι, πασῶν ἦν βελτίστη· καὶ γὰρ οἰκονόμος δεινὴ καὶ φειδωλὸς καὶ ἀκριβῶς πάντα διοικοῦσα·
TRADUZIONE
