Un'imperdonabile leggerezza
VERSIONE DI GRECO di Demostene
TRADUZIONE dal libro Sapheneia
ἀναγκαῖον δ᾽ ὑπολαμβάνω μικρὰ τῶν γεγενημένων πρῶτον ὑμᾶς ὑπομνῆσαι. μέμνησθ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτ᾽ ἀπηγγέλθη Φίλιππος ὑμῖν ἐν Θρᾴκῃ τρίτον ἢ τέταρτον ἔτος τουτὶ Ἡραῖον τεῖχος πολιορκῶν. τότε τοίνυν μὴν μὲν ἦν μαιμακτηριών· πολλῶν δὲ λόγων καὶ θορύβου γιγνομένου παρ᾽ ὑμῖν ἐψηφίσασθε τετταράκοντα τριήρεις καθέλκειν καὶ τοὺς μέχρι πέντε καὶ τετταράκοντ᾽ ἐτῶν αὐτοὺς ἐμβαίνειν καὶ τάλανθ᾽ ἑξήκοντ᾽ εἰσφέρειν. καὶ μετὰ ταῦτα διελθόντος τοῦ ἐνιαυτοῦ τούτου ἑκατομβαιών, μεταγειτνιών, βοηδρομιών· τούτου τοῦ μηνὸς μόγις μετὰ τὰ μυστήρια δέκα ναῦς ἀπεστείλατ᾽ ἔχοντα κενὰς Χαρίδημον καὶ πέντε τάλαντ᾽ ἀργυρίου. ὡς γὰρ ἠγγέλθη Φίλιππος ἀσθενῶν ἢ τεθνεώς (ἦλθε γὰρ ἀμφότερα ), οὐκέτι καιρὸν οὐδένα τοῦ βοηθεῖν νομίσαντες ἀφεῖτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν ἀπόστολον. ἦν δ᾽ οὗτος ὁ καιρὸς αὐτός· εἰ γὰρ τότ᾽ ἐκεῖσ᾽ ἐβοηθήσαμεν, ὥσπερ ἐψηφισάμεθα, προθύμως, οὐκ ἂν ἠνώχλει νῦν ἡμῖν ὁ Φίλιππος σωθείς.