Dario giura vendetta contro gli Ateniesi
versione greco
Βασιλεῖ δὲ Δαρείῳ ἐξηγγέλθη τὴν πόλιν ἁλοῦσαν εμπεπρησθαι ὑπὸ Ἀθηναίων καὶ Ἰώνων. Λέγουσι δὲ αὑτὸν, ὡς ἐπύθετο ταὐτὰ, τῶν μὲν Ἰώνων οὐδένα λόγον ποιήσασθαι, εἰ εἰδότα ὡς τούτους γε ῥᾳδίως τιμωρήσεται, περὶ δὲ τῶν Ἀθηναίων μαλλὸν κινηθέντα, ἐρωτήσαι οἵτινες εἷεν. Ἀκούσας δὲ ὅτι ἐκ τῆς Ἑλλάδος ἥκουσι συμμαχήσοντες τοῖς Ἱῶσι, δεινῶς ὠργίσθη. Εὐθὺς οὖν ᾔτησε τὸ τόξον, λαβὼν δὲ αὑτὸ καὶ ἐπιθεὶς οἰστὸν, ἄνῳ ἐς τὸν οὐρανὸν ἀφῆκε, καὶ τοῦτο ποιῶν εἶπεν, ὡς φασιν, «Ω Ζεῦ, γένοιτο μοι τίσασθαι τοὺς Ἀθηναίους». Λέγουσι δὲ ὡς προσέταξε μετὰ ταὐτὰ ἑνὶ τῶν θεραπόντων, ὁτὲ προκειτο αὑτῷ δεῖπνον, τρὶς ἑκάστοτε εἰπεῖν· «Δέσποτα, μέμνησο τῶν Ἀθηναίων». Καὶ ἔπεμψε μὲν Ἱστιαῖον τὸν Μιλήσιον ἐς Ἰωνιὰν κατὰ τάχος ὅπως τὸν ταὐτὰ μηχανησάμενον Ἀρισταγόραν κολάσειεν, ἐπὶ δὲ τοὺς Ἀθηναίους ἐκέλευσε τὸν Μαρδόνιον πλεῖν μεγάλῳ στόλῳ.