Ἀντίγονόν φασι τὸν βασιλέα δημοτικὸν καὶ πρᾶον γενέσθαι. καὶ ὅτῳ μὲν σχολὴ τὰ κατ᾿ αὐτὸν εἰδέναι καὶ αὐτὰ ἕκαστα ἐξετάζειν ὑπὲρ τοῦ ἀνδρός, εἴσεται ἑτέρωθεν· εἰρήσεται δ᾿ οὖν αὐτοῦ καὶ πάνυ πρᾶον καὶ ἄτυφον ὃ μέλλω λέγειν. ὁ Ἀντίγονος οὗτος ὁρῶν τὸν υἱὸν τοῖς ὑπηκόοις χρώμενον βιαιότερόν τε καὶ θρασύτερον «οὐκ οἶσθα» εἶπεν, «ὦ παῖ, τὴν βασιλείαν ἡμῶν ἔνδοξον εἶναι δουλείαν; » καὶ τὰ μὲν τοῦ Ἀντιγόνου πρὸς τὸν παῖδα πάνυ ἡμέρως ἔχει καὶ φιλανθρώπως· ὅτῳ δὲ οὐ δοκεῖ ταύτῃ, ἀλλ᾿ ἐκεῖνός γε οὐ δοκεῖ μοι βασιλικὸν ἄνδρα εἰδέναι οὐδὲ πολιτικόν, τυραννικῷ δὲ συμβιῶσαι μᾶλλον.